Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ᾗ
καὶ τοὔνομα πολλῶν
ἐν ἀρχῇ συνεπιφερόντων οὐκ ἔφευγεν ὁ Πομπήϊος,
ὥστε καὶ χλευάζοντας αὐτὸν ἐνίους ἤδη
καλεῖν Ἀλέξανδρον. διὸ καὶ Λεύκιος Φίλιππος,
ἀνὴρ ὑπατικός, συνηγορῶν αὐτῷ, μηδὲν ἔφη ποιεῖν
παράλογον εἰ Φίλιππος ὢν φιλαλέξανδρός ἐστιν.
Φλώραν δὲ τὴν ἑταίραν ἔφασαν ἤδη πρεσβυτέραν οὖσαν ἐπιεικῶς ἀεὶ μνημονεύειν τῆς γενομένης αὐτῇ πρὸς Πομπήϊον ὁμιλίας, λέγουσαν ὡς οὐκ ἦν ἐκείνῳ συναναπαυσαμένην ἀδήκτως ἀπελθεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.