Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
τότε δὲ τῆς μάχης ἀγγελθείσης καὶ τοῦ Ἀρχιδάμου
[p. 94]
προσιόντος οὐδεὶς ἐκαρτέρησεν, ἀλλὰ πρῶτος ὁ πατὴρ ἀπήντα δακρύων ὑπὸ χαρᾶς καὶ μετ᾽ ἐκεῖνον τὰ ἀρχεῖα, τῶν δὲ πρεσβυτέρων καὶ τῶν γυναικῶν τὸ πλῆθος ἐπὶ τὸν ποταμὸν κατῄει, τάς τε χεῖρας ὀρεγόντων καὶ θεοκλυτούντων, ὥσπερ ἀπεωσμένης τὰ παρ᾽ ἀξίαν ὀνείδη τῆς Σπάρτης καὶ λαμπρὸν αὖθις ἐξ ἀρχῆς τὸ φῶς ὁρώσης: ἐπεὶ πρότερόν γέ φασιν οὐδὲ ταῖς γυναιξὶν ἀντιβλέπειν τοὺς ἄνδρας αἰσχυνομένους ἐφ᾽ οἷς ἔπταισαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.