Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐκ
τούτου λέγει πρὸς αὐτὸν ὁ Φαρνάβαζος ἣν εἶχε διάνοιαν. ‘ἐγὼ γάρ,’ εἶπεν, ‘
ἐὰν μὲν ἄλλον ἐκπέμψῃ βασιλεὺς στρατηγόν, ἔσομαι
[p. 34]
μεθ᾽ ὑμῶν, ἐὰν δ᾽ ἐμοὶ παραδῷ τὴν ἡγεμονίαν, οὐδὲν ἐλλείψω προθυμίας ἀμυνόμενος ὑμᾶς καὶ κακῶς ποιῶν ὑπὲρ ἐκείνου.’ ταῦτα δ᾽ ἀκούσας ὁ Ἀγησίλαος ἥσθη, καὶ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος καὶ συνεξαναστάς, ‘εἴθε,’ εἶπεν, ‘ὦ
Φαρνάβαζε, τοιοῦτος ὢν φίλος ἡμῖν γένοιο μᾶλλον ἢ πολέμιος.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.