Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐπεὶ δ᾽ ἀναστρέψαντες ἐκ Κατάνης οἱ Συρακούσιοι παρετάξαντο πρὸ τῆς πόλεως, ἐπαγαγὼν. ταχὺ τοὺς Ἀθηναίους ἐκράτησε. καὶ πολλοὺς μὲν οὐκ ἀπέκτεινε τῶν πολεμίων: οἱ γὰρ ἱππεῖς ἐμποδὼν ἐγένοντο τῇ διώξει: τοῦ δὲ ποταμοῦ διαφθείρων καὶ ἀποκόπτων τὰς γεφύρας, παρέσχεν Ἑρμοκράτει λέγειν παραθαρρύνοντι τοὺς Συρακουσίους ὅτι γελοῖός ἐστιν ὁ Νικίας, ὅπως οὐ μαχεῖται στρατηγῶν, ὥσπερ οὐκ ἐπὶ μάχῃ πεπλευκώς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.