Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὗτος ἐν τῷ τότε χρόνῳ τοῦ μὲν ὀστράκου πόρρω τιθέμενος ἑαυτόν, ἅτε δὴ τῷ κύφωνι μᾶλλον προσήκων, ἐλπίζων δὲ θατέρου τῶν ἀνδρῶν ἐκπεσόντος αὐτὸς ἀντίπαλος τῷ λειπομένῳ γενέσθαι, καταφανὴς ἦν ἡδόμενός τε τῇ διαφορᾷ καὶ παροξύνων τὸν δῆμον ἐπ᾽ ἀμφοτέρους. συνιδόντες οὖν τὴν μοχθηρίαν οἱ περὶ τὸν Νικίαν καὶ τὸν Ἀλκιβιάδην, καὶ λόγον δόντες ἀλλήλοις κρύφα, καὶ τὰς στάσεις συναγαγόντες εἰς ἓν ἀμφοτέρας καὶ ἀναμίξαντες, ἐκράτησαν ὥστε μηδέτερον αὐτῶν, ἀλλὰ τὸν Ὑπέρβολον ἐξοστρακισθῆναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.