Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἐλθὼν δ᾽ εἰς Σπάρτην τἆλλα μὲν ὡς ἀνὴρ ἀγαθὸς καὶ πρόθυμος εἰς αὐτοὺς ἐτιμήθη, πράξας δ᾽ οὐδέν, ἀλλὰ κρατηθεὶς ὑπὸ τῶν βοιωτιαζόντων ἐπανῆλθεν, οὐ μόνον ἀδοξῶν καὶ κακῶς ἀκούων, ἀλλὰ καὶ δεδιὼς τοὺς Ἀθηναίους λυπουμένους καὶ ἀγανακτοῦντας ὅτι πεισθέντες ὑπ᾽ ἐκείνου τοσούτους καὶ τοιούτους ἄνδρας ἀπέδωκαν: οἱ γὰρ ἐκ Πύλου κομισθέντες ἦσαν ἐξ οἴκων τε πρώτων τῆς Σπάρτης, καὶ φίλους καὶ συγγενεῖς τοὺς δυνατωτάτους ἔχοντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.