Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀναλισκομένων τὸν οὖν Λούκουλλον εἰπεῖν μειδιάσαντα πρὸς αὐτούς: ‘γίνεται μέν τι τούτων καὶ δι᾽ ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες: τὰ μέντοι πλεῖστα γίνεται διὰ Λούκουλλον.’ ἐπεὶ δὲ μόνου δειπνοῦντος αὐτοῦ μία τράπεζα καὶ μέτριον παρεσκευάσθη δεῖπνον, ἠγανάκτει καλέσας τὸν ἐπὶ τούτῳ τεταγμένον οἰκέτην. τοῦ δὲ φήσαντος, ὡς οὐκ ᾤετο μηδενὸς κεκλημένου πολυτελοῦς τινος αὐτὸν δεήσεσθαι ‘τί λέγεις;’ εἶπεν, ‘οὐκ ᾔδεις, ὅτι σήμερον παρὰ Λουκούλλῳ δειπνεῖ Λούκουλλος;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.