Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Κάτων δ᾽ ἦν αὐτῷ
φίλος καὶ οἰκεῖος, οὕτω δὲ τὸν βίον αὐτοῦ καὶ τὴν δίαιταν ἐδυσχέραινεν, ὥστε, νέου τινὸς ἐν τῇ βουλῇ λόγον ἐπαχθῆ καὶ μακρὸν ἀκαίρως ὑπὲρ εὐτελείας καὶ σωφροσύνης διελθόντος, ἐπαναστὰς ὁ Κάτων ‘οὐ παύσῃ,’ ἔφη, ‘σὺ πλουτῶν μὲν ὡς Κράσσος, ζῶν δ᾽ ὡς Λούκουλλος, λέγων δὲ ὡς Κάτων;’ ἔνιοι δὲ τοῦτο ῥηθῆναι μὲν οὕτως, ὑπὸ Κάτωνος δὲ οὐ λέγουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.