Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καίτοι πολλὰ προσελιπάρει Λούκουλλος ἀξιῶν αὐτοὺς μακροθυμίαν ἐμβαλέσθαι ταῖς
[p. 578]
ψυχαῖς, ἄχρι οὗ τὴν ἐν Ἀρμενίοις Καρχηδόνα λαβόντες ἀνδρὸς ἐχθίστου, τὸν Ἀννίβαν λέγων, ἔργον ἀνατρέψωσιν. ὡς δ᾽ οὐκ ἔπειθεν, ἀπῆγεν αὐτοὺς ὀπίσω καὶ κατ᾽ ἄλλας ὑπερβολὰς διελθὼν τὸν Ταῦρον εἰς τὴν λεγομένην Μυγδονικὴν κατέβαινε, χώραν παμφόρον καὶ ἀλεεινὴν καὶ πόλιν ἐν αὑτῇ μεγάλην καὶ πολυάνθρωπον ἔχουσαν, ἣν οἱ μὲν βάρβαροι Νίσιβιν, οἱ δ᾽ Ἕλληνες Ἀντιόχειαν Μυγδονικὴν προσηγόρευον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.