Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
μία γὰρ ἀλκὴ τῶν καταφράκτων κοντός: ἄλλο δ᾽ οὐδὲν οὔθ᾽ ἑαυτοῖς οὔτε τοῖς πολεμίοις χρῆσθαι δύνανται διὰ
[p. 562]
βάρος καὶ σκληρότητα τῆς σκευῆς, ἀλλ᾽ ἐγκατῳκοδομημένοις ἐοίκασιν. αὐτὸς δὲ δύο σπείρας ἀναλαβὼν ἡμιλλᾶτο πρὸς τόν λόφον, ἐρρωμένως ἑπομένων τῶν στρατιωτῶν διὰ τὸ κἀκεῖνον ἐν τοῖς ὅπλοις ὁρᾶν πρῶτον κακοπαθοῦντα πεζὸν καὶ προσβιαζόμενον. γενόμενος δ᾽ ἄνω καὶ στὰς ἐν τῷ περιφανεῖ τοῦ χωρίου μέγα βοήσας: ‘νενικήκαμεν,’ ἔφη, ‘νενικήκαμεν, ὦ συστρατιῶται.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.