Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Λουκούλλῳ δὲ
σκοποῦντι περὶ τῆς μάχης οἱ μὲν ἄγειν ἐπὶ Τιγράνην ἐάσαντα τὴν πολιορκίαν συνεβούλευον, οἱ δὲ μὴ καταλιπεῖν ὀπίσω πολεμίους τοσούτους μηδ᾽ ἀνεῖναι τὴν πολιορκίαν. ὁ δ᾽ εἰπὼν ἑκατέρους μὲν οὐκ ὀρθῶς, ἀμφοτέρους δὲ καλῶς παραινεῖν διεῖλε τὴν στρατιάν. καὶ Μουρήναν μὲν ἑξακισχιλίους ἔχοντα πεζοὺς ἐπὶ τῆς πολιορκίας ἀπέλιπεν, αὐτὸς δὲ τέσσσαρας καὶ εἴκοσι σπείρας ἀναλαβών, ἐν αἷς οὐ πλείονες ἦσαν μυρίων ὁπλιτῶν, καὶ τοὺς ἱππεῖς ἅπαντας καὶ σφενδονήτας καὶ τοξότας περὶ χιλίους, ἐχώρει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.