Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
δαπάνην δὲ καὶ σύνταξιν οὐχ ὅσην ἐδίδου τοῖς ἄλλοις, ἀλλὰ τετραπλῆν ἐκείνῳ παρεῖχεν, οὐ προσιεμένῳ τῶν ἀναγκαίων πλέον οὐδὲν οὐδὲ δῶρον λαβόντι, καίπερ ὀγδοήκοντα ταλάντων ἄξια πέμψαντος αὐτῷ. λέγεται
δὲ μήτ᾽᾽ εἰς Μέμφιν ἀναβῆναι μήτ᾽ ἄλλο τῶν θαυμαζομένων ἐν Αἰγύπτῳ καὶ περιβοήτων ἱστορῆσαι: σχολάζοντος γὰρ εἶναι ταῦτα θεατοῦ καὶ τρυφῶντος, οὐχ, ὡς αὐτὸς, ἐν ὑπαίθρῳ τὸν αὐτοκράτορα σκηνοῦντα παρὰ ταῖς ἐπάλξεσι τῶν πολεμίων ἀπολελοιπότος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.