Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ταύτης ὁ πλεῖστος ἦν λόγος ἐν τοῖς Ἕλλησιν, ὅτι τοῦ βασιλέως πειρῶντος αὐτὴν καὶ μυρίους πεντακισχιλίους χρυσοῦς προσπέμψαντος ἀντέσχε, μέχρι οὗ γάμων ἐγένοντο συνθῆκαι καὶ διάδημα πέμψας αὐτῇ βασίλισσαν ἀνηγόρευσεν. αὕτη καὶ παρὰ τὸν ἄλλον χρόνον ἀνιαρῶς εἶχε καὶ ἀπεθρήνει τὴν τοῦ σώματος εὐμορφίαν, ὡς δεσπότην μὲν ἀντ᾽ ἀνδρὸς αὐτῇ, φρουρὰν δὲ βαρβάρων ἀντὶ γάμου καὶ οἴκου προξενήσασαν, πόρρω δέ που τῆς Ἑλλάδος ἀπῳκισμένη τοῖς ἐλπισθεῖσιν ἀγαθοῖς ὄναρ σύνεστι, τῶν δ᾽ ἀληθινῶν ἐκείνων ἀπεστέρηται.
[p. 526]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.