Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[6]
οὗτος οἰκεῖός ἐστι Μιθριδάτου καὶ γαμβρός, οὐ περιόψεται δὲ αὐτὸν ἱκέτην ὑποδεξάμενος, ἀλλὰ πολεμήσει πρὸς ἡμᾶς καὶ σπεύδοντες ἐκβάλλειν Μιθριδάτην κινδυνεύσομεν ἐπισπάσασθαι Τιγράνην, πάλαι μὲν αἰτίας δεόμενον ἐφ᾽ ἡμᾶς, εὐπρεπεστέραν δὲ οὐκ ἂν λαβόντα τῆς ὑπὲρ ἀνδρὸς οἰκείου καὶ βασιλέως ἀναγκασθέντα ὑπουργεῖν αὐτῷ. τί οὖν δεῖ τοῦθ᾽ ἡμᾶς
[p. 514]
ἐξεργάσασθαι καὶ διδάξαι Μιθριδάτην ἀγνοοῦντα, μεθ᾽ ὧν ἐστιν αὐτῷ πρὸς ἡμᾶς πολεμητέον, καὶ μὴ βουλόμενον, ἀλλ᾽ ἀδοξοῦντα συνελαύνειν εἰς τὰς Τιγράνου χεῖρας, ἀλλ᾽ οὐχὶ δόντας αὐτῷ χρόνον ἐκ τῶν οἰκείων παρασκευάσασθαι καὶ ἀναθαρρῦναι, Κόλχοις καὶ Τιβαρηνοῖς καὶ Καππάδοξιν, ὧν πολλάκις κεκρατήκαμεν, μάχεσθαι μᾶλλον ἢ Μήδοις καὶ Ἀρμενίοις;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.