Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[5]
ἢ
οὐχ ὁρᾶτε πολλὴν μὲν αὐτῷ καὶ ἀτέκμαρτον ἐρημίαν ὀπίσω παροῦσαν; ἐγγὺς δὲ ὁ Καύκασος καὶ ὄρη πολλὰ καὶ βαθέα καὶ μυρίους βασιλεῖς φυγομαχοῦντας ἀρκοῦντα κατακρύψαι καὶ περισχεῖν ὀλίγων δ᾽ ἡμερῶν ὁδὸς εἰς Ἀρμενίαν ἐκ Καβείρων, καὶ ὑπὲρ Ἀρμενίας κάθηται Τιγράνης, βασιλεὺς βασιλέων, ἔχων δύναμιν, ᾗ Πάρθους τε περικόπτει τῆς Ἀσίας καὶ πόλεις Ἑλληνίδας εἰς Μηδίαν ἀνακομίζει καὶ Συρίας κρατεῖ καὶ Παλαιστίνης καὶ τοὺς ἀπὸ Σελεύκου βασιλεῖς ἀποκτιννύει, θυγατέρας δ᾽ αὐτῶν ἄγει καὶ γυναῖκας ἀνασπάστους,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.