Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καὶ περὶ Πικτὰς αὐτῷ πρεσβείας ἐντυχούσης
[p. 354]
καὶ δεομένης μὴ βαδίζειν εὐθὺς ἐξ ἐφόδου, πάντα γὰρ ἔσεσθαι τὰ δίκαια τῆς βουλῆς ψηφισαμένης, ὡμολόγησε μὲν αὐτοῦ καταστρατοπεδεύσειν καὶ διαμετρεῖν ἐκέλευε χώρας, ὥσπερ εἰώθει, τῷ στρατοπέδῳ τοὺς ἡγεμόνας, ὥστε τοὺς πρέσβεις ἀπελθεῖν πιστεύσαντας: ἐκείνων δὲ ἀπελθόντων εὐθὺς ἐκπέμψας Λεύκιον Βάσιλλον καὶ Γάϊον Μόμμιον καταλαμβάνει τὴν πύλην δι᾽ αὐτῶν καὶ τὰ τείχη τὰ περὶ τὸν λόφον τὸν Αἰσκυλῖνον: εἶτ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.