Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐφ᾽ οἷς δῆλος ἦν ὁ Μέτελλος ἀχθόμενος.
μάλιστα δ̓ αὐτὸν ἠνίασε τὸ περὶ Τουρπίλλιον. οὗτος γὰρ ὁ ἀνὴρ ἦν
μὲν ἐκ πατέρων ξένος τῷ Μετέλλῳ καὶ τότε τὴν ἐπὶ τῶν τεκτόνων ἔχων
ἀρχὴν συνεστράτευε: φρουρῶν δὲ Βάγαν, πόλιν μεγάλην, καὶ τῷ μηδὲν
ἀδικεῖν τοὺς ἐνοικοῦντας, ἀλλὰ πράως καὶ φιλανθρώπως αὐτοῖς προσφέρεσθαι
πιστεύων, ἔλαθεν ὑποχείριος τοῖς πολεμίοις γενόμενος., παρεδέξαντο γάρ τὸν
Ἰουγούρθαν, τὸν δὲ Τουρπίλλιον οὐδὲν ἠδίκησαν, ἀλλὰ σῷον
ἐξαιτησάμενοι διῆκαν. ἔσχεν οὖν αἰτίαν προδοσίας:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.