Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ Καικίλιος Μέτελλος ἀποδειχθεὶς ἐπὶ τὸν κατὰ Ἰουγούρθα πόλεμον ὕπατος στρατηγὸς
εἰς Λιβύην ἐπηγάγετο πρεσβευτὴν Μάριον, ἐνταῦθα πράξεων μεγάλων καὶ
λαμπρῶν ἀγώνων ἐπιλαβόμενος τὸ μὲν αὔξειν τὸν Μέτελλον, ὥσπερ οἱ
λοιποί, καὶ πολιτεύεσθαι πρὸς ἐκεῖνον εἴασε χαίρειν: ἀξιῶν δὲ οὐχ ὑπὸ
Μετέλλου κεκλῆσθαι πρεσβευτής, ὑπὸ δὲ τῆς τύχης εἰς εὐφυέστατον καιρὸν
ὁμοῦ καὶ μέγιστον εἰσάγεσθαι πράξεων θέατρον, ἐπεδείκνυτο πᾶσαν
ἀνδραγαθίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.