Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αὐτὸς δὲ ἤδη τοῖς τε πόνοις ἀπειρηκὼς καὶ
ταῖς φροντίσιν οἷον ὑπέραντλος ὢν καὶ κατάπονος, τὴν ψυχὴν πρὸς
τοσαύτην αὖθις ἐπίνοιαν νέου πολέμου καὶ καινῶν ἀγώνων καὶ φόβων ὑπὸ
ἐμπειρίας δεινῶν καὶ καμάτου τρέμουσαν οὐκ ἀνέφερε, λογιζόμενος ὡς οὐ
πρὸς Ὀκτάβιον οὐδὲ Μερούλαν σύγκλυδος ὁμίλου καὶ στασιώδους ὄχλου
στρατηγοὺς ὁ κίνδυνος ἔσοιτο, Σύλλας δὲ ἐκεῖνος ἔπεισιν ὁ τῆς πατρίδος
αὐτὸν ἐξελάσας πάλαι, νῦν δὲ Μιθριδάτην συνεσταλκὼς εἰς τὸν Εὔξεινον
Πόντον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.