Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπεὶ δὲ Μέτελλος υἱὸς Μετέλλου
τοῦ στρατηγήσαντος ἐν Λιβύῃ καὶ διὰ Μάριον ἐκπεσόντος ἧκεν εἰς
Ῥώμην καὶ πολὺ τοῦ Ὀκταβίου στρατηγικώτερος ἐφαίνετο, καταλιπόντες οἱ
στρατιῶται τὸν Ὀκτάβιον ἧκον ὡς ἐκεῖνον ἄρχειν δεόμενοι καὶ σῴζειν
τὴν πόλιν εὖ γὰρ ἀγωνιεῖσθαι καὶ κρατήσειν ἔμπειρον ἡγεμόνα καὶ
δραστήριον λαβόντες. ἀγανακτήσαντος δὲ τοῦ Μετέλλου καὶ κελεύοντος
ἀπιέναι πρὸς τὸν ὕπατον, ᾤχοντο πρὸς τοὺς πολεμίους, ὑπεξέστη δὲ καὶ
Μέτελλος ἀπογνοὺς τὴν πόλιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.