Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀσπασάμενος δὲ τὸν Κίνναν καὶ τοῖς
στρατιώταις ἐντυχὼν εὐθὺς εἴχετο τοῦ ἔργου καὶ μεγάλην μεταβολὴν τῶν
πραγμάτων ἐποίησε. πρῶτον μὲν γάρ ταῖς ναυσὶ τὰ σιτηγὰ περικόπτων καὶ
τοὺς ἐμπόρους ληιζόμενος ἐκράτησε τῆς ἀγορᾶς, ἔπειτα τὰς παραλίους
πόλεις ἐπιπλέων ᾕρει. τέλος δὲ τὴν Ὠστίαν αὐτὴν λαβὼν ἐκ προδοσίας
τά τε χρήματα διήρπασε καὶ τῶν ἀνθρώπων τοὺς πολλοὺς ἀπέκτεινε, καὶ
γεφυρώσας τὸν ποταμὸν ἀπέκοψε κομιδῇ τὰς ἐκ θαλάσσης εὐπορίας τῶν
πολεμίων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.