Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐν τούτῳ δὲ Ἰάμψας ὁ βασιλεὺς τῶν
Νομάδων ἐπαμφοτερίζων τοῖς λογισμοῖς ἐν τιμῇ μὲν ἦγε τοὺς περὶ τὸν
νέον Μάριον, ἀπιέναι δὲ βουλομένους ἔκ τινος ἀεὶ προφάσεως κατεῖχε, καὶ
δῆλος ἦν ἐπ᾽ οὐδενὶ χρηστῷ ποιούμενος τὴν ἀναβολήν. οὐ μὴν ἀλλὰ
συμβαίνει τι τῶν εἰκότων αὐτοῖς πρὸς σωτηρίαν. ὁ γάρ νέος Μάριος
εὐπρεπὴς ὢν τὴν ὄψιν ἠνία τινὰ τῶν παλλακίδων τοῦ βασιλέως παρ᾽ ἀξίαν
πράττων: ὁ δὲ οἶκτος οὗτος ἀρχὴ καὶ πρόφασις ἦν ἔρωτος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.