Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ταῦτα ἀκούσαντα τὸν Μάριον ὑπὸ λύπης καὶ
βαρυθυμίας ἀπορία λόγων ἔσχε, καὶ πολὺν χρόνον ἡσυχίαν ἦγε δεινὸν εἰς
τὸν ὑπηρέτην ἀποβλέπων, ἐρομένου δὲ ἐκείνου τί φράζει καὶ τί λέγει
πρὸς τὸν στρατηγόν, ἀπεκρίνατο μέγα στενάξας, ‘ἂγγελλε τοίνυν ὅτι Γάιον Μάριον ἐν τοῖς Καρχηδόνος ἐρειπίοις
φυγάδα καθεζόμενον εἶδες,’ οὐ κακῶς ἅμα τήν τε τῆς πόλεως ἐκείνης
τύχην καὶ τὴν ἑαυτοῦ μεταβολὴν ἐν παραδείγματος λόγῳ θέμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.