Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὕδατος δὲ
ἐπιλιπόντος αὐτοὺς ἀναγκαίως Σικελίᾳ κατὰ τὴν Ἐρυκίνην προσέσχον.
ἔτυχε δὲ περὶ τοὺς τόπους ἐκείνους ὁ Ῥωμαίων ταμίας παραφυλάσσων, καὶ
μικροῦ μὲν αὐτὸν ἀποβάντα τὸν Μάριον εἷλεν, ἀπέκτεινε δὲ περὶ
ἑκκαίδεκα τῶν ὑδρευομένων. Μάριος δὲ κατὰ σπουδὴν ἀναχθεὶς καὶ
διαπεράσας τὸ πέλαγος πρὸς Μήνιγγα τὴν νῆσον, ἐνταῦθα διαπυνθάνεται
πρῶτον ὡς ὁ παῖς αὐτοῦ διασέσῳσται μετὰ Κεθήγου καὶ πορεύονται πρὸς
τὸν βασιλέα τῶν Νομάδων Ἰάμψαν, δεησόμενοι βοηθεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.