previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βουλευομένοις δὲ τοῖς ἄρχουσι καὶ συνέδροις τῶν Μιντουρνησίων ἔδοξε μὴ μέλλειν, ἀλλὰ διαχρήσασθαι τὸν ἄνδρα. καὶ τῶν μὲν πολιτῶν οὐδεὶς ὑπέστη τὸ ἔργον, ἱππεὺς δὲ Γαλάτης τὸ γένος Κίμβρος ἀμφοτέρως γὰρ ἱστορεῖται λαβών ξίφος ἐπεισῆλθεν αὐτῷ. [2] τοῦ δὲ οἰκήματος ἐν ἔτυχε μέρει κατακείμενος οὐ πάνυ λαμπρὸν φῶς ἔχοντος, ἀλλ᾽ ὄντος ἐπισκίου, λέγεται τὰ μὲν ὄμματα τοῦ Μαρίου φλόγα πολλὴν ἐκβάλλοντα τῷ στρατιώτῃ φανῆναι, φωνὴν δὲ μεγάλην ἐκ τοῦ παλισκίου γενέσθαι, ‘σὺ δὴ τολμᾷς, ἄνθρωπε, Γάιον Μάριον ἀνελεῖν ;’ ἐξῆλθεν οὖν εὐθὺς βάρβαρος φυγῇ, καὶ τὸ ξίφος ἐν μέσῳ καταβαλὼν ἐχώρει διὰ θυρῶν, τοῦτο μόνον βοῶν, ‘οὐ δύναμαι Γάϊον Μάριον ἀποκτεῖναι.’ [3] πάντας οὖν ἔκπληξις ἔσχεν, εἶτα οἶκτος καὶ μετάνοια τῆς γνώμης καὶ κατάμεμψις ἑαυτῶν ὡς βούλευμα βεβουλευκότων ἄνομον καὶ ἀχάριστον ἐπ᾽ ἀνδρὶ σωτῆρι τῆς Ἰταλίας, μὴ βοηθῆσαι δεινὸν ἦν. ‘ἲτω δ᾽οὖν ὅπῃ χρῄζει φυγάς ἀνατλησόμενος ἀλλαχόθι τὸ μεμορμένον. ἡμεῖς δὲ εὐχώμεθα μὴ νεμεσῆσαι θεοὺς Μάριον ἄπορον καὶ γυμνὸν ἐκ τῆς πόλεως ἐκβαλοῦσιν.’ ὑπὸ τοιούτων λογισμῶν εἰσπεσόντες ἀθρόοι καὶ περισχόντες αὐτὸν ἐξῆγον ἐπὶ τὴν θάλασσαν, [4] ἄλλου δὲ ἄλλο τι προθύμως ὑπηρετοῦντος καὶ σπευδόντων ἁπάντων ἐγίνετο τριβὴ τοῦ χρόνου. τὸ γάρ τῆς λεγομένης Μαρίκας ἄλσος, σέβονται καὶ παραφυλάττουσι μηθὲν ἐκεῖθεν ἐκκομισθῆναι τῶν [p. 574] εἰσκομισθέντων, ἐμποδὼν ἦν τῆς ἐπὶ θάλασσαν ὁδοῦ, καὶ κύκλῳ περιιόντας ἔδει βραδύνειν, ἄχρι οὗ τῶν πρεσβυτέρων τις ἐκβοήσας ἔφη μηδεμίαν ἄβατον μηδ᾽: ἀπόρεντον ὁδὸν εἶναι δι᾽ ἧς σῴζεται Μάριος, καὶ πρῶτος αὐτὸς λαβών τι τῶν κομιζομένων ἐπὶ ναῦν διὰ τοῦ τόπου διεξῆλθε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: