Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐκείνων δὲ πρὸς ὀργὴν ἀπελασάντων αὖθις ἑτέρων
γενόμενοι λογισμῶν κατεφέροντο πρὸς τὴν γῆν: καὶ περὶ τὰς ἐκβολὰς τοῦ
Λίριος ποταμοῦ διάχυσιν λιμνώδη λαμβάνοντος ἀγκύρας βαλόμενοι παρεκάλουν
αὐτὸν ἐκβῆναι καὶ τροφὴν ἐπὶ γῆς λαβεῖν καὶ τὸ σῶμα θεραπεῦσαι
κεκακωμένον, ἄχρι οὗ φορὰ γένηται: γίγνεσθαι δὲ τὴν εἰωθυῖαν ὥραν τοῦ
πελαγίου μαραινομένου καὶ τῶν ἑλῶν αὔραν ἀναδιδόντων ἐπιεικῶς διαρκῆ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.