Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
καὶ τὸν μὲν υἱὸν
ἔπεμψεν ἐκ τῶν Μουκίου τοῦ πενθεροῦ χωρίων οὐ μακρὰν ὄντων τὰ
ἐπιτήδεια ληψόμενον, αὐτὸς δὲ καταβὰς εἴς Ὠστίαν, φίλου τινὸς
Νουμερίου πλοῖον αὐτῷ παρασκευάσαντος, οὐκ ἀναμείνας τὸν υἱόν, ἀλλὰ
Γράνιον ἔχων μεθ᾽ αὑτοῦ τὸν πρόγονον ἐξέπλευσεν. ὁ δὲ νεανίας, ὡς ἦλθεν εἴς τὰ χωρία τοῦ Μουκίου,
λαμβάνων τι καὶ σκευαζόμενος ἡμέρας καταλαβούσης οὐ παντάπασι τοὺς
πολεμίους ἔλαθεν, ἀλλ᾽ ἦλθον ἱππεῖς ἐλαύνοντες καθ᾽ ὑπόνοιαν ἐπὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.