Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὐ μὴν ἀλλὰ καὶ τότε μάχῃ
τε μεγάλῃ νικήσας ἑξακισχιλίους ἀνεῖλε τῶν πολεμίων, καὶ λαβὴν οὐδαμῇ
παρέσχεν [p. 554] αὐτοῖς, ἀλλὰ καὶ περιταφρευόμενος ἠνέσχετο καὶ
χλευαζόμενος καὶ καλούμενος οὐ παρωξύνθη. λέγεται δὲ Ποπλίου Σίλωνος, ὃς
μέγιστον εἶχε τῶν πολεμίων ἀξίωμα καὶ δύναμιν, εἰπόντος πρὸς αὐτόν, ‘εἰ μέγας εἶ στρατηγός, ὦ Μάριε, διαγώνισαι
καταβάς,’ ἀποκρίνασθαι, ‘Σὐ μὲν οὖν, εἰ μέγας
εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι μὴ βουλόμενον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.