previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὗτος πόλεμος τοῖς πάθεσι ποικίλος γενόμενος καὶ ταῖς τύχαις πολυτροπώτατος ὅσον Σύλλᾳ προσέθηκε δόξης καὶ δυνάμεως, τοσοῦτον ἀφεῖλε Μαρίου, βραδὺς γάρ ἐφάνη ταῖς ἐπιβολαῖς, ὄκνου τε περὶ πάντα καὶ μελλήσεως ὑπερέβαλλεν̓,, εἴτε τοῦ γήρως τὸ δραστήριον ἐκεῖνο καὶ θερμὸν ἐν αὐτῷ κατασβεννύντος ἑξηκοστὸν γάρ ἤδη καὶ πέμπτον ἔτος ὑπερέβαλλεν, εἴτε, ὡς αὐτὸς ἔλεγε, περὶ νεῦρα γεγονὼς νοσώδης καὶ σώματι δύσεργος ὢν ὑπέμενε παρὰ δύναμιν αἰσχύνῃ τὰς στρατείας. [2] οὐ μὴν ἀλλὰ καὶ τότε μάχῃ τε μεγάλῃ νικήσας ἑξακισχιλίους ἀνεῖλε τῶν πολεμίων, καὶ λαβὴν οὐδαμῇ παρέσχεν [p. 554] αὐτοῖς, ἀλλὰ καὶ περιταφρευόμενος ἠνέσχετο καὶ χλευαζόμενος καὶ καλούμενος οὐ παρωξύνθη. λέγεται δὲ Ποπλίου Σίλωνος, ὃς μέγιστον εἶχε τῶν πολεμίων ἀξίωμα καὶ δύναμιν, εἰπόντος πρὸς αὐτόν, ‘εἰ μέγας εἶ στρατηγός, Μάριε, διαγώνισαι καταβάς,’ ἀποκρίνασθαι, ‘Σὐ μὲν οὖν, εἰ μέγας εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι μὴ βουλόμενον.’ [3] πάλιν δέ ποτε τῶν μὲν πολεμίων καιρὸν ἐπιχειρήσεως παραδιδόντων, τῶν δὲ Ῥωμαίων ἀποδειλιασάντων, ὡς ἀνεχώρησαν ἀμφότεροι, συναγαγὼν εἰς ἐκκλησίαν τοὺς στρατιώτας, ‘ἀπορῶ,’ φησί, ‘πότερον εἴπω τοὺς πολεμίους ἀνανδροτέρους ὑμᾶς: οὔτε γάρ ἐκεῖνοι τὸν νῶτον ὑμῶν οὔτε ὑμεῖς ἐκείνων τὸ ἰνίον ἰδεῖν ἐδυνήθητε.’ τέλος δὲ ἀφῆκε τὴν στρατηγίαν ὡς ἐξαδυνατῶν τῷ σώματι διὰ τὴν ἀσθένειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: