Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τοῦ γὰρ Μετέλλου φήσαντος μὴ ὀμόσειν, τότε
μὲν ἡ βουλῇ διελύθη, μετὰ δὲ ἡμέρας ὀλίγας τοῦ Σατορνίνου πρὸς τὸ
βῆμα τοὺς συγκλητικοὺς ἀνακαλουμένου καὶ τὸν ὅρκον ὀμνύειν ἀναγκάζοντος
ὁ Μάριος παρελθών, γενομένης σιωπῆς καὶ πάντων εἰς ἐκεῖνου ἀνηρτημένων,
μακρὰ χαίρειν φράσας τοῖς ἐν τῇ βουλῇ νεανιευθεῖσιν ἀπὸ φωνῆς, οὐχ
οὕτω πλατὺν ἔφη φορεῖν τὸν τράχηλον ὡς προαποφαίνεσθαι καθἀπαξ εἰς
πρᾶγμα τηλικοῦτον, ἀλλ᾽ ὀμεῖσθαι καὶ τῷ νόμῳ πειθαρχήσειν, εἴπερ ἔστι
νόμος: καὶ γάρ τοῦτο προσέθηκε τὸ σοφὸν ὥσπερ παρακάλυμμα τῆς αἰσχύνης,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.