Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτ᾽ ἀκούων ὁ Μάριος ἥδετο, καὶ
κατεπράυνεν αὐτούς ὡς οὐκ ἐκείνοις ἀπιστῶν, ἀλλ᾽ ἔκ τινων λογίων τὸν
τῆς νίκης ἅμα καιρὸν καὶ τόπον ἐκδεχόμενος. καὶ γάρ τινα Σύραν γυναῖκα,
Μάρθαν ὄνομα, μαντεύεσθαι λεγομένην ἐν φορείῳ
κατακειμένην σεμνῶς περιήγετο, καὶ θυσίας ἔθυεν ἐκείνης κελευούσης. ἣν
πρότερον μὲν ἀπήλασεν ἡ σύγκλητος ἐντυχεῖν ὑπὲρ τούτων βουλομένην καὶ
τὰ μέλλοντα προθεσπίζουσαν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.