Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
τὸ δὲ πλῆθος οὐκ ἔλαττον, ἀλλὰ πλέον
εἶναι τοῦ λεχθέντος ὑπὸ πολλῶν ἱστόρηται. θυμὸν δὲ καὶ τόλμαν
ἀνυπόστατοι καὶ χειρῶν ἔργα παοὰ τὰς μάχας ὀξύτητι καὶ βίᾳ πυρὸς
ἐοικότες ἐπῄεσαν, οὐδενὸς ἀντέχοντος αὐτῶν πρὸς τὴν ἔφοδον, ἀλλὰ
πάντων μέν, ὅσους ἐπῆλθον, ἐν λόγῳ λείας ἀγομένων καὶ φερομένων,
πολλῶν δὲ καὶ μεγάλων Ῥωμαϊκῶν στρατοπέδων καὶ στρατηγῶν, ὅσοι
προεκάθηντο τῆς ἐκτὸς Ἄλπεων Γαλατίας, ἀνηρπασμένων ἀκλεῶς:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.