previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς δὲ διέπλευσεν εἰς Λιβύην, Μέτελλος μὲν ἥττων τοῦ φθόνου γενόμενος, καὶ περιπαθῶν ὅτι, κατειργασμένου τὸν πόλεμον αὐτοῦ καὶ μηδὲν ὑπόλοιπον τὸ σῶμα τοῦ Ἰουγούρθα λαβεῖν ἔχοντος, ἥκει Μάριος ἐπὶ τὸν στέφανον καὶ τὸν θρίαμβον, ἐκ τῆς πρὸς ἐκεῖνον ἀχαριστίας ηὐξημένος, οὐχ ὑπέμεινεν εἰς τὸ αὐτὸ συνελθεῖν, ἀλλ᾽ αὐτὸς μὲν ὑπεξεχώρησε, Ῥουτίλιος δὲ τὸ στράτευμα τῷ Μαρίῳ παρέδωκε, πρεσβευτὴς γενονὼς τοῦ Μετέλλου. [2] καὶ περιῆλθέ τις νέμεσις ἐν τῷ τέλει τῶν πράξεων Μάριον ἀφῃρέθη γάρ ὑπὸ Σύλλα τὴν τοῦ κατορθώματος δόξαν, ὡς ὑπ᾽ ἐκείνου Μέτελλος: ὃν τρόπον δέ, ἀφηγήσομαι βραχέως, ἐπεὶ τὰ καθ᾽ ἕκαστον μᾶλλον ἐν τοῖς περὶ Σύλλα γέγραπται.

Βόκχος τῶν ἄνω βαρβάρων βασιλεὺς ἦν πενθερὸς Ἰουγούρθα, καὶ πολεμοῦντι μὲν οὐ πάνυ τι συλλαμβάνειν ἐδόκει, προβαλλόμενος αὐτοῦ τὴν ἀπιστίαν, καὶ τὴν αὔξησιν δεδοικώς: [3] ἐπεὶ δὲ φεύγων καὶ πλανώμενος ἐκεῖνον ὑπ᾽ ἀνάγκης ἔθετο τῶν ἐλπίδων τελευταῖαν καὶ κατῆρε πρὸς αὐτόν, αἰσχύνῃ μᾶλλον ὡς ἱκέτην δι᾽ εὔνοιαν ὑποδεξάμενος διὰ χειρὸς εἶχε, φανερῶς μὲν ὑπὲρ αὐτοῦ παραιτούμενος Μάριον καὶ γράφων ὡς οὐκ ἂν ἐκδῴη καὶ παρρησιαζόμενος, κρύφα δὲ βουλεύων προδοσίαν ἐπ᾽ αὐτῷ, καὶ μεταπεμπόμενος Λεύκιον Σύλλαν, ταμίαν μὲν ὄντα Μαρίου, χρήσιμον δὲ τῷ Βόκχῳ γεγενημένον ἐπὶ στρατείας. [4] ὡς δὲ πιστεύσας ἀνέβη πρὸς αὐτὸν Σύλλας, [p. 486] ἔσχε μέν τις τροπὴ γνώμης καὶ μετάνοια τὸν βάρβαρον, μέρας τε συχνὰς διηνέχθη τῷ λογισμῷ, βουλευόμενος παραδοῦναι τὸν Ἰουγούρθαν μηδὲ τὸν Σύλλαν ἀφεῖναι: τέλος δὲ τὴν προτέραν κυρώσας προδοσίαν, ἐνεχείρισε τῷ Σύλλᾳ ζῶντα τὸν Ἰουγούρθαν.

[5] καὶ τοῦτο πρῶτον ὑπῆρξεν αὐτοῖς σπέρμα τῆς ἀνηκέστου καὶ χαλεπῆς ἐκείνης στάσεως, μικρὸν ἐδέησεν ἀνατρέψαι τὴν Ῥώμην. πολλοὶ γάρ ἐβούλοντο τοῦ Σύλλα τὸ ἔργον εἶναι τῷ Μαρίῳ φθονοῦντες, αὐτός τε Σύλλας σφραγῖδα ποιησάμενος ἐφόρει γλυφὴν ἔχουσαν ἐγχειριζόμενον ὑπὸ τοῦ Βόκχου τὸν Ἰουγούρθαν ἑαυτῷ. [6] καὶ ταύτῃ χρώμενος ἀεὶ διετέλει φιλότιμον ἄνδρα καὶ πρὸς κοινωνίαν δόξης ἀγνώμονα ,καὶ δύσεριν ἐρεθίζων τὸν Μάριον, ἐναγόντων μάλιστα τῶν ἐχθρῶν τῶν ἐκείνου, καὶ τὰ μὲν πρῶτα τοῦ πολέμου καὶ μέγιστα τῷ Μετέλλῳ, τὰ δ̓ ἔσχατα καὶ τὸ πέρας αὐτοῦ Σύλλᾳ προστιθέντων, ὡς παύσαιτο θαυμάζων καὶ προσέχων ἐκείνῳ μάλιστα πάντων δῆμος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: