Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τῆς δὲ περὶ τάξεις καὶ στρατηγίας ἐπιστήμης
αὐτοῦ καὶ δεινότητος ἔνεστι δείγματα λαβεῖν ἐκ
τῶν γραμμάτων ἃ περὶ τούτων ἀπολέλοιπε.
λέγεται δὲ καὶ ' Ἀντίγονος ἐρωτηθεὶς τίς ἄριστος
τῶν στρατηγῶν, φάναι, ‘Πύρρος, ἂν γηράσῃ’ περὶ τῶν καθ᾽ αὑτὸν οὕτως ἀποφηνάμενος μόνον. Ἀννίβας δὲ συμπάντων ἀπέφηνε τῶν στρατηγῶν
πρῶτον μὲν ἐμπειρίᾳ καὶ δεινότητι Πύρρον,
Σκηπίωνα δὲ δεύτερον, ἑαυτὸν δὲ τρίτον, ὡς ἐν
τοῖς περὶ Σκηπίωνος γέγραπται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.