Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ ἀγὼν οὗτος οὐ τοσοῦτον ὀργῆς ὧν
ἔπαθον οὐδὲ μίσους ἐνέπλησε τοὺς Μακεδόνας
πρὸς τὸν Πύρρον, ὅσην δόξαν αὐτοῦ καὶ θαῦμα
[p. 366]
τῆς ἀρετῆς καὶ λόγον ἐνειργάσατο τοῖς ἰδοῦσι τὰ
ἔργα καὶ συνενεχθεῖσι κατὰ τὴν μάχην. καὶ γὰρ
ὄψιν ᾤοντο καὶ τάχος ἐοικέναι καὶ κίνημα τοῖς
Ἀλεξάνδρου, καὶ τῆς φορᾶς ἐκεῖνον καὶ βίας
παρὰ τοὺς ἀγῶνας ἐν τούτῳ σκιάς τινας ὁρᾶσθαι
καὶ μιμήματα, τῶν μὲν ἄλλων βασιλέων ἔν πορφύραις
καὶ δορυφόροις καὶ κλίσει τραχήλου καὶ
τῷ μεῖζον διαλέγεσθαι, μόνου δὲ Πύρρου τοῖς
ὅπλοις καὶ ταῖς χερσὶν ἐπιδεικνυμένου τὸν
Ἀλέξανδρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.