Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
πρεσβυτέρας υἱὸς γυναικός αὕτη τότε θεωμένη
τὴν μάχην ὥσπερ αἱ λοιπαὶ γυναῖκες ἀπὸ
τοῦ τέγους, ὡς ἐπέγνω συνεστῶτα τῷ Πύρρῳ τὸν
υἱόν, ἐκπαθὴς γενομένη πρὸς τὸν κίνδυνον, ἄρασα
κεραμίδα ταῖς χερσὶν ἀμφοτέραις ἀφῆκεν ἐπὶ τὸν
Πύρρον. ἐμπεσούσης δὲ τῇ κεφαλῇ κατὰ τοῦ
κράνους, καὶ τῶν σφονδύλων πρὸς τὴν βάσιν τοῦ
τραχήλου συντριβέντων, αἵ τε ὄψεις συνεχύθησαν
αὐτοῦ καὶ προήκαντο τὰς ἡνίας αἱ χεῖρες, αὐτὸς
δὲ κατενεχθεὶς παρὰ τὸν τοῦ Λικυμνίου σηκὸν
ἔπεσεν ὑπὸ τῶν πολλῶν ἀγνοούμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.