Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν δὲ Πύρρον ἔσχε μέν τις ἀλκὴ καὶ
φιλοτιμία μᾶλλον διὰ τοὺς προσγεγονότας κρατῆσαι
τῆς πόλεως: ὡς δὲ οὐδὲν ἐπέραινε, πληγὰς
λαβὼν ἀπέστη καὶ τὴν χώραν ἐπόρθει διανοούμενος
αὐτόθι χειμάσαι. τὸ δὲ χρεὼν ἦν ἄφυκτον.
ἐν γὰρ Ἄργει στάσις ἦν Ἀριστέου πρὸς Ἀρίστιππον.
ἐπεὶ δὲ ὁ Ἀρίστιππος ἐδόκει χρῆσθαι φίλῳ
τῷ Ἀντιγόνῳ, φθάσας ὁ Ἀριστέας ἐκάλει τὸν
Πύρρον εἰς
τὸ Ἄργος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.