Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ὁ μέντοι
Διονύσιος οὔτε δύο περὶ Ἄσκλον μάχας οὔτε
ὁμολογουμένην ἧτταν ἱστορεῖ γενέσθαι Ῥωμαίων,
ἅπαξ δὲ μέχρι δυσμῶν ἡλίου μαχεσαμένους μόλις
ἀπαλλαγῆναι, τοῦ Πύρρου τρωθέντος ὑσσῷ τὸν
βραχίονα καὶ τὴν ἀποσκευὴν ἅμα Δαυνίων 1
[p. 416]
διαρπασάντων, ἀποθανεῖν δὲ καὶ Πύρρου καὶ
Ῥωμαίων ἄνδρας ὑπὲρ μυρίους πεντακισχιλίους
ἑκατέρων.
διελύθησαν δὲ ἀμφότεροι: καὶ λέγεται τὸν
Πύρρον εἰπεῖν πρός τινα τῶν συνηδομένων αὐτῷ,
‘ἂν ἔτι μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολούμεθα
παντελῶς.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.