Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Ῥωμαῖοι Ταραντίνοις ἐπολέμουν:
οἱ δὲ μήτε φέρειν τὸν πόλεμον δυνάμενοι μήτε
θέσθαι θρασύτητι καὶ μοχθηρίᾳ δημαγωγῶν,
ἐβουλεύοντο ποιεῖσθαι Πύρρον ἡγεμόνα καὶ
καλεῖν ἐπὶ τὸν πόλεμον ὡς σχολὴν ἄγοντα
πλείστην τῶν βασιλέων καὶ στρατηγὸν ὄντα
δεινότατον. τῶν δὲ πρεσβυτέρων καὶ νοῦν
ἐχόντων πολιτῶν οἱ μὲν ἄντικρυς ἐνιστάμενοι
πρὸς τὴν γνώμην ἐξέπιπτον ὑπὸ κραυγῆς καὶ
βίας τῶν πολεμοποιῶν, οἱ δὲ ταῦτα ὁρῶντες
ἀπέλειπον τὰς ἐκκλησίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.