Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αἰτίαν δὲ τῆς ἐκβολῆς ἔσχε τοιαύτην. μειράκιον
ἐκ τῆς παιδικῆς ὥρας ἑταιροῦν ἀνειληφὼς ὁ Λεύκιος ἀεὶ Περὶ αὑτὸν εἶχε καὶ συνεπήγετο στρατηγῶν ἐπὶ τιμῆς καὶ δυνάμεως τοσαύτης ὅσην οὐδεὶς εἶχε τῶν πρώτων παρ᾽ αὐτῷ φίλων καὶ οἰκείων, ἐτύγχανε μὲν οὖν ἡγούμενος ὑπατικῆς ἐπαρχίας: ἐν δὲ συμποσίῳ τινὶ τὸ μειράκιον, ὥσπερ εἰώθει, συγκατακείμενον ἄλλην τε κολακείαν ἐκίνει πρὸς ἄνθρωπον1 ἐν οἴνῳ ῥᾳδίως ἀγόμενον, καὶ φιλεῖν αὑτὸν οὕτως ἔλεγεν ‘ὥστ᾽,’ ἔφη, ‘θέας οὔσης οἴκοι μονομάχων οὐ τεθεαμένος πρότερον ἐξώρμησα πρὸς σέ, καίπερ ἐπιθυμῶν ἰδεῖν ἄνθρωπον σφαττόμενον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.