Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τοῦτο καὶ νύκτωρ
[p. 514]
ὄνειρον ἦν αὐτῷ καὶ μετὰ φίλων καὶ συναρχόντων ἓν βούλευμα καὶ μία πρὸς θεοὺς φωνή, παραταττόμενον Ἀννίβαν λαβεῖν, ἥδιστα δ᾽ ἄν μοι δοκεῖ τείχους ἑνὸς ἤ τινος χάρακος ἀμφοτέροις τοῖς στρατεύμασι περιτεθέντος διαγωνίσασθαι, καὶ εἰ μὴ πολλῆς μὲν ἤδη μεστὸς ὑπῆρχε δόξης, πολλὴν δὲ πεῖραν παρεσχήκει τοῦ παρ᾽ ὁντινοῦν τῶν στρατηγῶν ἐμβριθὴς γεγονέναι καὶ φρόνιμος, εἶπον ἂν ὅτι μειρακιῶδες αὐτῷ προσπεπτώκει καὶ φιλοτιμότερον πάθος ἢ κατὰ πρεσβύτην τοσοῦτον: ὑπὲρ γὰρ ἑξήκοντα γεγονὼς ἔτη τὸ πέμπτον ὑπάτευεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.