Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἅμα δὲ ἡμέρᾳ προὔκειτο μὲν ὁ φοινικοῦς χιτὼν, ὡς εἴωθε, μάχης ἐσομένης σύμβολον, αἱ δὲ ἠτιμασμέναι σπεῖραι τὴν πρώτην αὐταὶ δεηθεῖσαι τάξιν ἐλάμβανον, τὴν δὲ ἄλλην ἐξάγοντες οἱ χιλίαρχοι στρατιὰν παρενέβαλλον, ἀκούσας δὲ ὁ Ἀννίβας, ‘ὦ Ἡράκλεις,’ εἶπε, ‘τί
χρήσεταί τις ἀνθρώπῳ μήτε τὴν χείρονα τύχην μήτε τὴν βελτίονα φέρειν εἰδότι; μόνος γὰρ οὗτος οὔτε νικῶν δίδωσιν ἀνάπαυσιν οὔτε λαμβάνει νικώμενος, ἀλλ᾽ ἀεὶ μαχησόμεθα πρὸς τοῦτον, ὡς ἔοικεν,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.