previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ ἐλθὼν ἀπὸ τῆς Σικελίας τοῦ Μαρκέλλου συνάρχων ἕτερον ἐβούλετο λαβεῖν1 δικτάτορα, καὶ βιασθῆναι παρὰ γνώμην μὴ βουλόμενος ἐξέπλευσε νυκτὸς εἰς Σικελίαν, οὕτως μὲν δῆμος ὠνόμασε δικτάτορα Κόϊντον Φούλβιον, βουλὴ δ᾽ ἔγραψε Μαρκέλλῳ κελεύουσα τοῦτον εἰπεῖν. δὲ πεισθεὶς ἀνεῖπε καὶ συνεπεκύρωσε τοῦ δήμου τὴν γνώμην, αὐτὸς δὲ πάλιν ἀνθύπατος [p. 506] εἰς τοὐπιὸν ἀπεδείχθη. [2] συνθέμενος δὲ πρὸς Φάβιον Μάξιμον ὅπως ἐκεῖνος μὲν ἐπιχειρῇ Ταραντίνοις, αὐτὸς δὲ συμπλεκόμενος καὶ περιέλκων Ἀννίβαν ἐμποδὼν τοῦ βοηθεῖν πρὸς ἐκεῖνον, ἐπέβαλε περὶ Κανύσιον, καὶ πολλὰς ἀλλάσσοντι στρατοπεδείας καὶ φυγομαχοῦντι πανταχόθεν ἐπεφαίνετο, τέλος δ᾽ ἱδρυνθέντα προσκείμενος ἐξανίστη τοῖς ἀκροβολισμοῖς. [3] ὁρμήσαντος δὲ μάχεσθαι δεξάμενος ὑπὸ νυκτὸς διελύθη: καὶ μεθ᾽ ἡμέραν αὖθις ἐν τοῖς ὅπλοις ἑωρᾶτο τὸν στρατὸν ἔχων παρατεταγμένον, ὥστε τὸν Ἀννίβαν περιαλγῆ γενόμενον τοὺς Καρχηδονίους ἀθροῖσαι καὶ δεηθῆναι τὴν μάχην ἐκείνην ὑπὲρ πασῶν ἀγωνίσασθαι τῶν ἔμπροσθεν. ‘ὁρᾶτε γὰρ,’ εἶπεν, ‘ὡς οὐδὲ ἀναπνεῦσαι μετὰ νίκας τοσαύτας οὐδὲ σχολὴν ἄγειν κρατοῦσιν ἡμῖν ἔστιν, εἰ μὴ τοῦτον ὠσαίμεθα τὸν ἄνθρωπον.’

[4] ἐκ τούτου συμβαλόντες ἐμάχοντο. καὶ δοκεῖ παρὰ τὸ ἔργον ἀκαίρῳ στρατηγήματι χρώμενος Μάρκελλος σφαλῆναι. τοῦ γὰρ δεξιοῦ πονοῦντος ἐκέλευσεν ἓν τῶν ταγμάτων εἰς τοὔμπροσθεν προελθεῖν δὲ μετακίνησις αὕτη ταράξασα τοὺς μαχομένους παρέδωκε τὸ νίκημα τοῖς πολεμίοις, ἑπτακοσίων ἐπὶ δισχιλίοις Ῥωμαίων πεσόντων, [5] ἀναχωρήσας δὲ Μάρκελλος εἰς τὸν χάρακα καὶ συναγαγὼν τὸν στρατόν, ὁρᾶν ἔφη ' Ῥωμαίων ὅπλα πολλὰ καὶ σώματα, Ῥωμαῖον δὲ μηδένα ὁρᾶν. αἰτουμένων δὲ συγγνώμην οὐκ ἔφη διδόναι νενικημένοις, ἐὰν δὲ νικήσωσι, δώσειν [p. 508] αὔριον δὲ μαχεῖσθαι πάλιν, ὅπως οἱ πολῖται τὴν νίκην πρότερον τὴν φυγὴν ἀκούσωσι. [6] διαλεχθεὶς δὲ ταῦτα, προσέταξε ταῖς ἡττημέναις σπείραις ἀντὶ πυρῶν κριθὰς μετρῆσαι. δι᾽ πολλῶν ἀπὸ τῆς μάχης ἐπικινδύνως καὶ πονήρως ἐχόντων οὐδένα φασὶν ὃν οἱ Μαρκέλλου λόγοι τῶν τραυμάτων οὐχὶ μᾶλλον ἤλγυναν.

1 λαβεῖν Bekker has λέγειν, after Coraës.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: