Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οὐ
γὰρ ὑπὸ τῶν τυράννων πολεμῆσαι βιασθέντας, ἀλλὰ κἀκείνους ἐπὶ τῷ πολεμεῖν ἑλέσθαι τυράννους.
[p. 500]
λεχθέντων δὲ τῶν λόγων καὶ μεθισταμένοις, ὥσπερ εἴωθεν, ἐκ τῆς βουλῆς τοῖς Συρακουσίοις συνεξῆλθε Μάρκελλος, ἐπὶ τῷ συνάρχοντι ποιησάμενος τὴν σύγκλητον, καὶ πρὸ τῶν θυρῶν τοῦ βουλευτηρίου διέτριβεν, οὔτε φόβῳ διὰ τὴν δίκην οὔτε θυμῷ πρὸς τοὺς Συρακουσίους τοῦ συνήθους μεταβαλὼν καταστήματος, ἀλλὰ πρᾴως πάνυ καὶ κοσμίως τὸ τῆς δίκης τέλος ἐκδεχόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.