previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐνισταμένων δὲ τῶν ἐχθρῶν τῷ Μαρκέλλῳ πρὸς τὸν θρίαμβον, ἐπεὶ καὶ πράξεις τινὲς ὑπολιπεῖς ἦσαν ἔτι περὶ Σικελίαν καὶ φθόνον εἶχεν τρίτος θρίαμβος, συνεχώρησεν αὐτὸς1 τὸν μὲν ἐντελῆ καὶ μέγαν εἰς τὸ Ἀλβανὸν ὄρος ἐξελάσαι, τὸν δὲ ἐλάττω καταγαγεῖν εἰς τὴν πόλιν, ὃν εὔαν Ἕλληνες, ὄβαν δὲ Ῥωμαῖοι καλοῦσι. [2] πέμπει δὲ αὐτὸν οὐκ ἐπὶ τὸν τεθρίππου βεβηκὼς οὐδὲ δάφνης ἔχων στέφανον οὐδὲ περισαλπιζόμενος, ἀλλὰ πεζὸς ἐν βλαύταις, ὑπ᾽ αὐλητῶν μάλα πολλῶν, καὶ μυρρίνης στέφανον ἐπικείμενος, ὡς ἀπόλεμος καὶ ἡδὺς ὀφθῆναι μᾶλλον καταπληκτικός, καὶ μέγιστον ἐμοὶ τεκμήριόν ἐστι τοῦ τρόπῳ πράξεως, ἀλλὰ μὴ μεγέθει, διωρίσθαι τοὺς θριάμβους τὸ παλαιόν. [3] οἱ μὲν γὰρ μετὰ μάχης καὶ φόνου τῶν πολεμίων ἐπικρατήσαντες τὸν Ἀρήϊον ἐκεῖνον, ὡς ἔοικε, καὶ φοβερὸν εἰσῆγον, ὥσπερ ἐν τοῖς καθαρμοῖς τῶν στρατοπέδων εἰώθεσαν, δάφνῃ πολλῇ καταστέψαντες τὰ ὅπλα καὶ τοὺς ἄνδρας, τοῖς δὲ πολέμου μὲν μὴ δεηθεῖσι στρατηγοῖς, ὁμιλίᾳ δὲ καὶ πειθοῖ καὶ διὰ λόγου πάντα θεμένοις καλῶς, οἷον [p. 496] ἐπιπαιανίσαι τὴν ἀπόλεμον ταύτην καὶ πανηγυρικὴν ἀπεδίδου πομπὴν νόμος, [4] καὶ γὰρ αὐλὸς εἰρήνης μέρος καὶ τὸ μύρτον Ἀφροδίτης φυτόν, μάλιστα θεῶν ἀπέχθεται βίᾳ καὶ πολέμοις. ὄβας δ᾽ οὐ παρὰ τὸν εὐασμόν, ὡς οἱ πολλοὶ νομίζουσιν, θρίαμβος οὗτος ὀνομάζεται καὶ γὰρ ἐκεῖνον ἐφευάζοντες καὶ ᾁδοντες παραπέμπουσιν, ἀλλ᾽ ὑφ᾽ Ἑλλήνων εἰς τὸ σύνηθες αὐτοῖς παρῆκται τοὔνομα, πεπεισμένων ἅμα καὶ Διονύσῳ τι τῆς τιμῆς προσήκειν, ὃν Εὔϊον καὶ Θρίαμβον ὀνομάζομεν. οὐχ οὕτω δὲ ἔχει τὸ ἀληθές, ἀλλ᾽ ἐπὶ μὲν τῷ μεγάλῳ θριάμβῳ βουθυτεῖν πάτριον ἦν τοῖς στρατηγοῖς, ἐπὶ δὲ τούτῳ πρόβατον ἔθυον. ὄβα δὲ τὰ πρόβατα Ῥωμαῖοι καλοῦσιν ἐκ τούτου καὶ τὸν θρίαμβον ὄβαν ὠνόμασαν. [5] ἄξιον δὲ καὶ τὸν Λακωνικὸν ἀποθεωρῆσαι νομοθέτην ὑπεναντίως τῷ Ῥωμαϊκῷ τάξαντα τὰς θυσίας, θύει γὰρ ἐν Σπάρτῃ τῶν ἀποστρατήγων μὲν δι᾽ ἀπάτης πειθοῦς βούλεται διαπραξάμενος βοῦν, δὲ διὰ μάχης ἀλεκτρυόνα. καίπερ γὰρ ὄντες πολεμικώτατοι μείζονα καὶ μᾶλλον ἀνθρώπῳ πρέπουσαν ἡγοῦντο τὴν διὰ λόγου καὶ συνέσεως πρᾶξιν τὴν μετὰ βίας καὶ ἀνδρείας, ταῦτα μὲν οὖν ὅπως ἔχει σκοπεῖν πάρεστι.

1 αὐτός Coraës and Bekker, following Stephanus, have αὐτοῖς (agreed with them).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: