previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀρχιμήδης μὲν οὖν τοιοῦτος γενόμενος ἀήττητον ἑαυτόν τε καὶ τὴν πόλιν, ὅσον ἐφ᾽ ἑαυτῷ, διεφύλαξε. τῆς δὲ πολιορκίας διὰ μέσου Μάρκελλος εἷλε μὲν Μεγαρέας, πόλιν ἐν ταῖς παλαιοτάταις τῶν Σικελιωτίδων, εἷλε δὲ τὸ Ἱπποκράτους πρὸς Ἀκρίλλαις στρατόπεδον, καὶ κατέκτεινεν ὑπὲρ ὀκτακισχιλίους ἐπιπεσὼν χάρακα βαλλομένοις, ἐπέδραμε δὲ πολλὴν Τῆς Σικελίας καὶ πόλεις ἀπέστησε Καρχηδονίων καὶ μάχας ἐνίκησε πάσας τοὺς ἀντιταχθῆναι τολμήσαντας. [2] χρόνῳ δὲ προϊόντι Δάμιππόν τινα Σπαρτιάτην ἐκ Συρακουσῶν λαβὼν ἐκπλέοντα αἰχμάλωτον, ἀξιούντων ἐπὶ λύτροις τῶν Συρακοσίων κομίσασθαι τὸν ἄνδρα, πολλάκις ὑπὲρ τούτου διαλεγόμενος καὶ συντιθέμενος πύργον τινὰ κατεσκέψατο φυλαττόμενον μὲν ἀμελῶς, ἄνδρας δὲ δυνάμενον δέξασθαι κρύφα, τοῦ τείχους ἐπιβατοῦ παρ᾽ αὐτὸν ὄντος. [3] ὡς οὖν τό τε ὕψος ἐκ τοῦ πολλάκις προσιέναι καὶ διαλέγεσθαι πρὸς τὸν πύργον εἰκάσθη καλῶς καὶ κλίμακες παρεσκευάσθησαν, ἑορτὴν Ἀρτέμιδι τοὺς Συρακουσίους ἄγοντας καὶ πρὸς οἶνον ὡρμημένους καὶ παιδιὰν παραφυλάξας, ἔλαθεν οὐ μόνον τὸν πύργον κατασχών, ἀλλὰ καὶ κύκλῳ τὸ τεῖχος παρεμπλήσας ὅπλων πρὶν ἡμέραν γενέσθαι, καὶ τὰ Ἑξάπυλα διακόψας. [4] ἀρχομένων δὲ κινεῖσθαι καὶ ταράττεσθαι τῶν Συρακουσίων πρὸς τὴν αἴσθησιν, ἅμα πανταχόθεν ταῖς σάλπιγξι χρῆσθαι κελεύσας φυγὴν ἐποίησε πολλὴν καὶ φόβον, ὡς οὐδενὸς μέρους ἀναλώτου μένοντος, ἔμενε δὲ [p. 484] τὸ καρτερώτατον καὶ κάλλιστον καὶ μέγιστον Ἀχραδινὴ καλεῖται διὰ τὸ τετειχίσθαι πρὸς τὴν ἔξω πόλιν, ἧς τὸ μὲν Νέαν, τὸ δὲ Τύχην ὀνομάζουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: