Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τέλος δὲ τοὺς Ῥωμαίους οὕτω
περιφόβους γεγονότας ὁρῶν ὁ Μάρκελλος ὥστ᾽, εἰ
καλῴδιον ἢ ξύλον ὑπὲρ τοῦ τείχους μικρὸν ὀφθείη
προτεινόμενον, τοῦτο ἐκεῖνο, μηχανήν τινα κινεῖν
ἐπ᾽ αὐτοὺς Ἀρχιμήδη βοῶντας ἀποτρέπεσθαι καὶ
φεύγειν, ἀπέσχετο μάχης ἁπάσης καὶ προσβολῆς,
τὸ λοιπὸν ἐπὶ τῷ χρόνῳ τὴν πολιορκίαν θέμενος.
τηλικοῦτον μέντοι φρόνημα καὶ βάθος ψυχῆς καὶ τοσοῦτον ἐκέκτητο θεωρημάτων πλοῦτον Ἀρχιμήδης ὥστε, ἐφ᾽ οἷς ὄνομα καὶ δόξαν οὐκ ἀνθρωπίνης, ἀλλὰ δαιμονίου τινὸς ἔσχε συνέσεως,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.