Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
φήσαντος δὲ τοῦ Βανδίου καί τι καί παραφήναντος αὐτῷ τῶν τραυμάτων, ‘εἶτα,’ ἔφη, ‘τηλικαῦτα γνωρίσματα φέρων τῆς πρὸς ἡμᾶς φιλίας οὐκ εὐθὺς προσῄεις; ἢ κακοί σοι δοκοῦμεν ἀρετὴν ἀμείβεσθαι φίλων οἷς ἐστι τιμὴ καί παρὰ τοῖς πολεμίοις;’ ταῦτα φιλοφρονηθεὶς καί δεξιωσάμενος ἵππον τε δωρεῖται πολεμιστὴν αὐτῷ καὶ δραχμὰς ἀργυρίου πεντακοσίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.