next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μᾶρκον δὲ Κλαύδιον τὸν πεντάκις ὑπατεύσαντα Ῥωμαίων Μάρκου μὲν υἱὸν γενέσθαι λέγουσι, κληθῆναι δὲ τῶν ἀπὸ τῆς οἰκίας πρῶτον Μάρκελλον, ὅπερ ἐστὶν Ἀρήϊον, ὥς φησι Ποσειδώνιος. ἦν γὰρ τῇ μὲν ἐμπειρίᾳ πολεμικός, τῷ δὲ σώματι ῥωμαλέος, τῇ δὲ χειρὶ πλήκτης, τῇ δὲ φύσει φιλοπόλεμος κἀν τούτῳ δὴ πολὺ τὸ γαῦρον καὶ ἀγέρωχον ἐπιφαίνων ἐν τοῖς ἀγῶσι, [2] τῷ δὲ ἄλλῳ τρόπῳ σώφρων, φιλάνθρωπος, Ἑλληνικῆς παιδείας καὶ λόγων ἄχρι τοῦ τιμᾶν καὶ θαυμάζειν τοὺς κατορθοῦντας ἐραστής, αὐτὸς δὲ ὑπ᾽ ἀσχολιῶν ἐφ᾽ ὅσον ἦν πρόθυμος ἀσκῆσαι καὶ μαθεῖν οὐκ ἐξικόμενος. εἰ γὰρ ἄλλοις τισὶν ἀνθρώποις θεός, ὥσπερ Ὅμηρος εἴρηκεν,
ἐκ νεότητος ἔδωκε καὶ εἰς γῆρας τολυπεύειν
ἀργαλέους πολέμους,
καὶ τοῖς τότε πρωτεύουσι Ῥωμαίων, [3] οἳ νέοι μὲν ὄντες περὶ Σικελίαν Καρχηδονίοις, ἀκμάζοντες δὲ Γαλάταις ὑπὲρ αὐτῆς Ἰταλίας ἐπολέμουν, ἤδη δὲ γηρῶντες Ἀννίβᾳ πάλιν συνείχοντο καὶ Καρχηδονίοις, οὐκ ἔχοντες, ὥσπερ οἱ πολλοὶ, διὰ γῆρας ἀνάπαυσιν στρατειῶν, ἀλλ᾽ ἐπὶ στρατηγίας πολέμων καὶ ἡγεμονίας κατ᾽ εὐγένειαν καὶ ἀρετὴν ἀγόμενοι. [p. 438]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: