Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὡς
οὖν ἐστράτευσεν ἐπὶ Θεσσαλίαν μετὰ δυνάμεως, τήν τε Λάρισσαν εὐθὺς παρέλαβε, καὶ τὸν Ἀλέξανδρον ἐλθόντα καὶ δεόμενον διαλλάττειν ἐπειρᾶτο καὶ ποιεῖν ἐκ τυράννου πρᾷον ἄρχοντα τοῖς Θεσσαλοῖς καὶ νόμιμον. ὡς δὲ ἦν ἀνήκεστος καὶ θηριώδης καὶ πολλὴ μὲν ὠμότης αὐτοῦ, πολλὴ δὲ ἀσέλγεια καὶ πλεονεξία κατηγορεῖτο, τραχυνομένου τοῦ Πελοπίδου πρὸς αὐτὸν καὶ χαλεπαίνοντος ἀποδρὰς ᾤχετο μετὰ τῶν δορυφόρων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.